YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 12

12
Spiritual Gifts
1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2Οἴδατε ὅτι #12:2 οτε ¦ --- TRὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. 3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει #12:3 αναθεμα ιησουν 88.9% ¦ αναθημα ιησουν MSS 5.7% ¦ αναθεμα ιησους CT 3.5%Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν, #12:3 κυριον ιησουν 92.6% ¦ κυριος ιησους CT 5.4%Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
4Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα. 5Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. 6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, #12:6 ο δε ¦ και ο WHὁ δὲ αὐτός #12:6 εστι 76.4% ¦ --- CT 16.9%ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· 9ἑτέρῳ #12:9 δε ¦ --- CTδὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ #12:9 δε ¦ --- SBLδὲ χαρίσματα ἰαμάτων ἐν τῷ #12:9 αυτω ¦ ενι CTαὐτῷ πνεύματι· 10ἄλλῳ #12:10 δε ¦ --- SBLδὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ #12:10 δε ¦ --- SBL THδὲ προφητεία, ἄλλῳ #12:10 δε ¦ --- SBL THδὲ διακρίσεις πνευμάτων, ἑτέρῳ #12:10 δε ¦ --- CTδὲ γένη γλωσσῶν, ἄλλῳ #12:10 δε ¦ --- SBLδὲ #12:10 ερμηνεια ¦ ερμηνια TH WHἑρμηνεία γλωσσῶν· 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
One Body with Many Members
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη #12:12 εχει πολλα ¦ πολλα εχει CTἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος #12:12 του ενος ¦ --- CTτοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός. 13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες #12:13 εις ¦ --- CTεἰς ἓν #12:13 πνευμα 𝔐pt ¦ πομα 𝔐ptπνεῦμα ἐποτίσθημεν.
14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18#12:18 νυνι ¦ νυν WHΝυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. 19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20Νῦν δὲ πολλὰ #12:20 μεν ¦ --- WHμὲν μέλη, ἓν δὲ σῶμα. 21Οὐ δύναται δὲ #12:21 ο ¦ --- ANT TRὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω. 22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· 23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· #12:24 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ #12:24 υστερουντι ¦ υστερουμενω NA TH WHὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ ᾖ #12:25 σχισματα 𝔐pt ¦ σχισμα 𝔐pt ANT CT PCK TRσχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26Καὶ εἴτε πάσχει ἓν μέλος, #12:26 συμπασχει ¦ συμπασχη PCK ¦ συνπασχει TH WHσυμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται #12:26 εν ¦ --- SBL TH WHἓν μέλος, #12:26 συγχαιρει ¦ συγχαιρη PCK ¦ συνχαιρει TH WHσυγχαίρει πάντα τὰ μέλη.
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, #12:28 ειτα ¦ επειτα CTεἶτα χαρίσματα ἰαμάτων, #12:28 αντιληψεις ¦ αντιλημψεις CTἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι; 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ #12:31 κρειττονα 93% ¦ μειζονα CT 5.8%κρείττονα.
Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in