YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 11

11
1Μιμηταί μου #11:1 γινεσθε ¦ γεινεσθε THγίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Head Coverings
2Ἐπαινῶ δὲ ὑμᾶς, #11:2 αδελφοι ¦ --- CTἀδελφοί, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικός, ὁ ἀνήρ· κεφαλὴ δὲ #11:3 χριστου ¦ του χριστου CTΧριστοῦ, ὁ Θεός. 4Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν #11:5 ἑαυτῆς ¦ αὐτῆς CTἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ #11:6 κειρασθαι ¦ κειρεσθαι PCKκείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. 7Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· #11:7 γυνη ¦ η γυνη CTγυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· 10διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11Πλὴν οὔτε #11:11 ανηρ χωρις γυναικος ουτε γυνη χωρις ανδρος ¦ γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος CTἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός, ἐν Κυρίῳ. 12Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. 13Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; 14#11:14 η ¦ --- CTἪ οὐδὲ #11:14 αυτη η φυσις ¦ η φυσις αυτη CTαὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι; 15Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου #11:15 δεδοται 𝔐pt ¦ δεδοται αυτη 𝔐pt ANT NA TR WHδέδοται. 16Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
The Lord's Supper
17Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ #11:17 κρειττον ¦ κρεισσον CTκρεῖττον #11:17 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἰς τὸ #11:17 ηττον ¦ ησσον CTἧττον συνέρχεσθε. 18Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν #11:18 εκκλησια ¦ τη εκκλησια TRἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα #11:19 οι ¦ και οι NA SBL WHοἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν. 21Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί #11:22 υμιν ειπω ¦ ειπω υμιν CTὑμῖν εἴπω; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.
23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ #11:23 παρεδιδοτο ¦ παρεδιδετο CTπαρεδίδοτο ἔλαβεν ἄρτον, 24καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, #11:24 λαβετε φαγετε 88.7% ¦ --- CT 8.3%Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν #11:24 κλωμενον ¦ --- CTκλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις #11:25 αν ¦ εαν CTἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26Ὁσάκις γὰρ #11:26 αν ¦ εαν CTἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον #11:26 τουτο ¦ --- CTτοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ #11:26 αν ¦ --- CTἂν ἔλθῃ.
27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον #11:27 τουτον ¦ --- CTτοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου #11:27 αναξιως 𝔐19 ¦ αναξιως του κυριου 𝔐10 HF RPἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ #11:27 του ¦ --- ANT TRτοῦ αἵματος τοῦ Κυρίου. 28Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. 29Ὁ γὰρ ἐσθίων καὶ πίνων #11:29 αναξιως 95.6% ¦ --- CT 1.5%ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα #11:29 του κυριου ¦ --- CTτοῦ Κυρίου. 30Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. 31Εἰ #11:31 γαρ ¦ δε CTγὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. 32Κρινόμενοι δέ, ὑπὸ #11:32 κυριου ¦ του κυριου ANT NA WHΚυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. 34Εἰ #11:34 δε ¦ --- CTδέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in