1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
مقایسه
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23 را جستجو کنید
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14 را جستجو کنید
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4
συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4 را جستجو کنید
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13 را جستجو کنید
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6
τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6 را جستجو کنید
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11
οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11 را جستجو کنید
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2
Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2 را جستجو کنید
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16
οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16 را جستجو کنید
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18
χάρις δὲ τῷ Θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18 را جستجو کنید