1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:8
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.
مقایسه
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:8 را جستجو کنید
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:5
ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:5 را جستجو کنید
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:3-4
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:3-4 را جستجو کنید
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:1-2
Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:1-2 را جستجو کنید
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:6
ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:6 را جستجو کنید
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:9
πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾽ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:9 را جستجو کنید
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:19
ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:19 را جستجو کنید
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:11
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5:11 را جستجو کنید