YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9

9
The Collection for the Saints in Jerusalem
1Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· 2οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ #9:2 ο εξ ¦ το CTὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. 3Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε· 4μήπως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς—ἵνα μὴ #9:4 λεγωμεν ¦ λεγω NAλέγωμεν ὑμεῖς—ἐν τῇ ὑποστάσει ταύτῃ #9:4 της καυχησεως 84.8% ¦ --- CT 3.6%τῆς καυχήσεως. 5Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν #9:5 προκατηγγελμενην ¦ προεπηγγελμενην CTπροκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ #9:5 ως ¦ ωσπερ TRὡς πλεονεξίαν.
6Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει. 7Ἕκαστος καθὼς #9:7 προαιρειται ¦ προηρηται CTπροαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8#9:8 δυνατος ¦ δυνατει CTΔυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· 9καθὼς γέγραπται,
Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10Ὁ δὲ ἐπιχορηγῶν #9:10 σπερμα ¦ σπορον NA SBLσπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν #9:10 χορηγησαι … πληθυναι … αυξησαι 89.1% ¦ χορηγησει … πληθυνει … αυξησει CT 3%χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ #9:10 γενηματα ¦ γεννηματα TRγενήματα τῆς δικαιοσύνης ὑμῶν· 11ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. 12Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· 13διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας· 14καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾽ ὑμῖν. 15Χάρις #9:15 δε ¦ --- CTδὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9