ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 10
10
Paul Defends His Ministry
1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς #10:1 πραοτητος ¦ πραυτητος CTπρᾳότητος καὶ #10:1 επιεικειας ¦ επιεικιας WHἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· 2δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα— 4τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— 5λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, 6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
7Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν #10:7 αφ ¦ εφ CTἀφ᾽ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς #10:7 χριστου ¦ --- CTΧριστοῦ. 8Ἐάν τε γὰρ #10:8 και ¦ --- CTκαὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν—ἧς ἔδωκεν ὁ Κύριος #10:8 ημιν ¦ --- CTἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν—οὐκ αἰσχυνθήσομαι· 9ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10Ὅτι, Αἱ #10:10 μεν επιστολαι ¦ επιστολαι μεν CTμὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος. 11Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12Οὐ γὰρ τολμῶμεν #10:12 εγκριναι ¦ ενκριναι TH WHἐγκρῖναι ἢ #10:12 συγκριναι ¦ συνκριναι TH WHσυγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· #10:12 αλλα ¦ αλλ NA28ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ #10:12 συγκρινοντες ¦ συνκρινοντες TH WHσυγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ #10:12 συνιουσιν 85% ¦ συνιασιν CT 4%συνιοῦσιν. 13Ἡμεῖς δὲ #10:13 ουχι ¦ ουκ CTοὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. 18Οὐ γὰρ ὁ ἑαυτὸν #10:18 συνιστων ¦ συνιστανων CTσυνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, #10:18 αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 10: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain