Bible App logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3

3
Advantage
1Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ#γαρ f35 ℵA [95%] OC,RP,HF,TR,CP[NU] ¦ --- B [5%] ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;#καταργησει rell ¦ καταργηση [20%] ¦ one other spelling 4Μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης· καθὼς γέγραπται· «Ὅπως ἂν δικαιωθῇς#δικαιωθης rell ¦ δικαιωθεις [22%] ¦ δικαιοθης [2%] ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς#νικησης f35 B [88%] RP,HF,TR,CP ¦ νικησεις ℵA [12%] OC,NU ἐν τῷ κρίνεσθαί σε.»
A conundrum
5Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ#ο rell ¦ --- [12%] ἐπιφέρων τὴν ὀργήν; (Κατὰ ἄνθρωπον λέγω.) 6Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7Εἰ γὰρ#γαρ f35 B [98%] OC,RP,HF,TR,CP ¦ δε ℵA [2%] NU ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; 8Καὶ μή (καθὼς βλασφημούμεθα καὶ καθὼς φασίν τινες) ἡμᾶς λέγειν ὅτι «Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά»—ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.
All are under sin
9Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι. 10Καθὼς γέγραπται·#γεγραπται f35 [45%] CP ¦ 1 οτι ℵA,B [55%] OC,RP,HF,TR,NU «Οὐκ ἔστιν δίκαιος, οὐδὲ εἷς· 11οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. 12Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·#ηχρειωθησαν f35 [94%] OC,RP,HF,TR,CP ¦ ηχρεωθησαν ℵA,B [1%] NU ¦ ηχριωθησαν [5%] οὐκ ἔστιν#εστιν f35 A,B [99%] OC,RP,HF,TR,CP ¦ 1 ο ℵ [1%] NU ποιῶν χρηστότητα, οὐκ ἔστιν#ουκ εστιν f35 ℵA (99.1%) OC,RP,HF,TR,CP[NU] ¦ --- B (0.9%) ἕως ἑνός.» 13«Τάφος ἀνεῳγμένος ὁ λάρυγξ#λαρυγξ rell ¦ λαρυξ A [20%] αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.» «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν»· 14«ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» 15«Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· 16σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.» 18«Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.»
19Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. 20Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,#αυτου rell ¦ του θεου [10%] διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Righteousness by faith
21Νυνὶ δέ, χωρὶς νόμου, δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας καὶ ἐπὶ πάντας#και επι παντας f35 (93.4%) OC,RP,HF,TR,CP ¦ --- 𝕻40ℵA,B,C (6.6%) NU [easy homoioteleuton] τοὺς πιστεύοντας. Οὐ γάρ ἐστιν διαστολή· 23πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, 24δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως#δια της πιστεως f35 B [96%] OC,RP,HF,TR,CP[NU] ¦ 13 ℵC [4%] ¦ --- A ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ· 26πρὸς#προς f35 [98%] OC,RP,HF,TR,CP ¦ 1 την ℵA,B,C [2%] NU ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.#ιησου rell ¦ ιησουν [35%] CP ¦ --- [1%]
27Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου, τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28Λογιζόμεθα οὖν#ουν f35 B,C [93%] OC,RP,HF,TR,CP ¦ γαρ ℵA [7%] NU πίστει δικαιοῦσθαι#πιστει δικαιουσθαι f35 [98%] OC,RP,HF,TR,CP ¦ ∼ 21 ℵA,B,C [2%] NU ἄνθρωπον χωρὶς ἔργων νόμου. 29Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον;#μονον rell ¦ μονων B [15%] Οὐχὶ δὲ#δε f35 [94%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [6%] NU καὶ ἐθνῶν; Ναί, καὶ ἐθνῶν, 30ἐπείπερ#επειπερ f35 [98%] OC,RP,HF,TR,CP ¦ ειπερ ℵ(A)B,C [2%] NU εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.#ιστωμεν f35 [96%] OC,RP,HF,TR,CP ¦ ιστανομεν ℵA,B,C [1.5%] NU ¦ six other variants [2.5%]

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in