ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 2
2
Judgment
1Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων, ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. 2Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 3Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ#εκφευξη rell ¦ εκφευξει [15%] τὸ κρῖμα τοῦ Θεοῦ; 4Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; 5Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ#και f35 [93.5%] OC,RP,HF,CP ¦ --- ℵA,B [1.5%] TR,NU ¦ της [5%] [OC is in small print] δικαιοκρισίας τοῦ Θεοῦ, 6ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· 7τοῖς μέν, καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν#ζητουσιν rell ¦ επιζητουσι [2%] CP—ζωὴν αἰώνιον· 8τοῖς δέ, ἐξ ἐριθείας, καὶ ἀπειθοῦσιν μὲν#μεν f35 A [99%] OC,RP,HF,TR,CP ¦ --- ℵB [1%] NU τῇ ἀληθείᾳ (πειθομένοις δὲ τῇ ἀδικίᾳ)—θυμὸς καὶ ὀργή,#θυμος και οργη f35 [97.5%] OC,RP,HF,TR,CP ¦ ∼ 321 ℵ(A)B [2.5%] NU 9θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε (πρῶτον) καὶ Ἕλληνος· 10δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε (πρῶτον) καὶ Ἕλληνι.
11Οὐ γάρ ἐστιν προσωποληψία#προσωποληψια rell ¦ προσωπολημψια ℵA,B [1%] NU ¦ three other spellings παρὰ τῷ Θεῷ. 12Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ#του f35 [97%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [3%] NU νόμου δίκαιοι παρὰ τῷ#τω f35 ℵA [98%] OC,RP,HF,TR,CP[NU] ¦ --- B [2%] Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ#του f35 [95%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [5%] NU νόμου δικαιωθήσονται 14(ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ,#ποιη f35 [68.5%] OC,RP,HF,TR,CP ¦ ποιει [25%] ¦ ποιωσιν ℵA,B [1.5%] NU ¦ ποιουσιν [5%] οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος· 15οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων) 16ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ.#ιησου χριστου f35 A [99%] OC,RP,HF,TR,CP ¦ ∼ 21 ℵB [1%] NU
To Jews
Law
17Ἴδε,#ιδε f35 [85%] OC,RP,HF,TR ¦ ει δε ℵA,B [12%] CP,NU ¦ η δε [3%] σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ#τω f35 [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [2%] NU νόμῳ, καὶ καυχᾶσαι#καυχασαι rell ¦ καυχαση CP ¦ καυχασε [7%] ἐν Θεῷ, 18καὶ γινώσκεις τὸ Θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· 19πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; 22Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; 23Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24«Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν,» καθὼς γέγραπται.
Circumcision
25Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς,#πρασσης rell ¦ πρασσεις [10%] ¦ four other spellings ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ,#φυλασση rell ¦ φυλασσει [10%] ¦ two other spellings οὐχὶ#ουχι f35 [97%] OC,RP,HF,TR,CP ¦ ουχ ℵB [2%] NU ¦ --- A ¦ two other spellings and two long omissions [1%] ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; 28Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· 29ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας—ἐν πνεύματι, οὐ γράμματι—οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾿ ἐκ τοῦ#του rell ¦ --- [2%] CP Θεοῦ.
Currently Selected:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 2: F35
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in