1
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
مقایسه
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 را جستجو کنید
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 را جستجو کنید
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35 را جستجو کنید
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 را جستجو کنید
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 را جستجو کنید
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28 را جستجو کنید
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 را جستجو کنید
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30 را جستجو کنید
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν·
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 را جستجو کنید
10
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 را جستجو کنید