YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15

15
Please Your Neighbors, Not Yourselves
1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2#15:2 εκαστος ¦ εκαστος γαρ TRἝκαστος #15:2 ημων 𝔐pt ¦ υμων 𝔐ptἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. 3Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε #15:3 επεπεσον ¦ επεπεσαν CTἐπέπεσον ἐπ᾽ ἐμέ. 4Ὅσα γὰρ προεγράφη, #15:4 εις 91.6% ¦ παντα εις WH 1.9%εἰς τὴν ἡμετέραν διδασκαλίαν #15:4 προεγραφη ¦ εγραφη CTπροεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ #15:4 δια ¦ --- ANT PCK TRδιὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· 6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Receive One Another
7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο #15:7 υμας 𝔐pt ¦ ημας 𝔐pt PCK TR WHὑμᾶς, εἰς δόξαν #15:7 θεου ¦ του θεου CTΘεοῦ. 8Λέγω #15:8 δε ¦ γαρ CTδέ, #15:8 χριστον ιησουν ¦ ιησουν χριστον TR ¦ χριστον CTΧριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· 9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν #15:9 εθνεσι ¦ εθνεσι κυριε ANT PCKἔθνεσι,
καὶ τῷ ὀνόματί σου ψαλῶ.
10Καὶ πάλιν λέγει,
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
11Καὶ πάλιν,
Αἰνεῖτε #15:11 τον κυριον παντα τα εθνη ¦ παντα τα εθνη τον κυριον CTτὸν Κύριον πάντα τὰ ἔθνη,
καὶ #15:11 επαινεσατε ¦ επαινεσατωσαν CTἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
12Καὶ πάλιν Ἠσαΐας λέγει,
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·
ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.
Paul's Ministry to the Gentiles
14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης #15:14 γνωσεως ¦ της γνωσεως NA TH WHγνώσεως, δυνάμενοι καὶ #15:14 αλλους ¦ αλληλους ANT CT TRἄλλους νουθετεῖν. 15#15:15 τολμηροτερον ¦ τολμηροτερως WHΤολμηρότερον δὲ ἔγραψα ὑμῖν, #15:15 αδελφοι 91.6% ¦ --- CT 2.9%ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι #15:15 υπο ¦ απο WHὑπὸ τοῦ Θεοῦ, 16εἰς τὸ εἶναί με λειτουργὸν #15:16 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 17Ἔχω οὖν #15:17 καυχησιν ¦ την καυχησιν NA SBL WHκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς #15:17 τον ¦ --- TRτὸν Θεόν. 18Οὐ γὰρ τολμήσω #15:18 λαλειν τι ¦ τι λαλειν CTλαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος #15:19 θεου ¦ αγιου WH ¦ --- SBLΘεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· 20οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ· 21ἀλλά, καθὼς γέγραπται,
# 15:21 οις ουκ ανηγγελη περι αυτου οψονται ¦ οψονται οις ουκ ανηγγελη περι αυτου WH Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·
καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.
Paul's Plan to Visit Rome
22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, #15:23 επιποθιαν ¦ επιποθειαν WHἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ #15:23 πολλων ¦ ικανων SBL WHπολλῶν ἐτῶν, 24ὡς #15:24 εαν ¦ αν CTἐὰν πορεύωμαι εἰς τὴν #15:24 σπανιαν ελευσομαι προς υμας 65.3% ¦ ισπανιαν ελευσομαι προς υμας MSS 26.4% ¦ σπανιαν CT 3.5%Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 26#15:26 ευδοκησαν ¦ ηυδοκησαν WHΕὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27#15:27 ευδοκησαν ¦ ηυδοκησαν WHΕὐδόκησαν γάρ, καὶ ὀφειλέται #15:27 αυτων εισιν ¦ εισιν αυτων CTαὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς #15:28 την ¦ --- CTτὴν Σπανίαν. 29Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας #15:29 του ευαγγελιου του 90.9% ¦ --- CT 3.6%τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν· 31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ #15:31 ινα ¦ --- CTἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος #15:31 γενηται τοις αγιοις ¦ τοις αγιοις γενηται CTγένηται τοῖς ἁγίοις· 32ἵνα ἐν χαρᾷ #15:32 ελθω … και συναναπαυσωμαι ¦ ελθων … συναναπαυσωμαι NA SBL WHἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. 33Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in