YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΡΚΟΝ 16

16
The Resurrection
1Καὶ διαγενομένου τοῦ σαββάτου, #16:1 μαρια ¦ η μαρια WHΜαρία ἡ Μαγδαληνὴ καὶ Μαρία #16:1 ιακωβου 𝔐12 ¦ η του ιακωβου 𝔐7 ANT ECM NA SBL TH TR WH ¦ η ιακωβου 𝔐5 ECMἸακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν #16:1 αυτον ¦ τον ιησουν PCKαὐτόν. 2Καὶ λίαν πρωῒ #16:2 της μιας ¦ τη μια των CTτῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι #16:4 αποκεκυλισται ¦ ανακεκυλισται ECM WHἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν. 6Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7#16:7 αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8Καὶ #16:8 εξελθουσαι ¦ εξελθουσαι ταχυ TRἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε #16:8 δε ¦ γαρ ECM NA SBL TH WHδὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν #16:8 ειπον ¦ ειπαν ECM NA SBL WHεἶπον, ἐφοβοῦντο #16:8 γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ECM NA SBL) ECM WH 0.4% {Note: NA, SBL, and WH enclose this text with double brackets. WH includes this text after verse 20.}γάρ.#16:8 TH includes a scribal note that reads: εν τισι μεν των αντιγραφων εως ωδε πληρουται ο ευαγγελιστης εως ου και ευσεβιος ο παμφιλου εκανονισεν εν πολλοις δε και ταυτα φερεται. Variations of this note are found in 12 manuscripts (0.7%). The exact Greek text of TH is found in 2 manuscripts (0.1%).
Jesus Appears to Mary Magdalene
9 # 16:9 {include verses 9–20} 99.8% ¦ {omit verses 9–20} 0.2% {Note: NA, SBL, and WH enclose this text with double brackets.} Ἀναστὰς #16:9 δε ¦ δε ο ιησους PCKδὲ πρωῒ πρώτῃ #16:9 σαββατου 𝔐15 ¦ σαββατων 𝔐8σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, #16:9 αφ ¦ παρ CTἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11#16:11 κακεινοι ¦ εκεινοι ECMΚἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
Jesus Appears to Two Disciples
12Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
The Great Commission
14 # 16:14 υστερον ¦ υστερον δε NA SBL TH WH Ὕστερον ἀνακειμένοις #16:14 αυτοις ¦ --- ECMαὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν #16:14 εγηγερμενον 88.9% ¦ εγηγερμενον εκ νεκρων WH 10.5%ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17Σημεῖα δὲ τοῖς πιστεύσασι #16:17 ταυτα παρακολουθησει 98% ¦ ακολουθησει ταυτα ECM TH WH 0.4%ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι #16:17 καιναις ¦ --- ECM TH WHκαιναῖς· 18#16:18 οφεις 97.2% ¦ και εν ταις χερσιν οφεις ECM NA TH WH 2.2%ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς #16:18 βλαψη ¦ βλαψει ANT TRβλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
The Ascension
19Ὁ μὲν οὖν #16:19 κυριος 94.2% ¦ κυριος ιησους NA SBL TH WH 5.3%Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, #16:19 ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων.
# 16:20 αμην 97.5% ¦ --- ECM NA SBL WH 2.1% Ἀμήν.#16:20 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους ι΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in