ΙΑΚΩΒΟΥ 3
3
Taming the Tongue
1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα #3:1 ληψομεθα ¦ λημψομεθα CTληψόμεθα. 2Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, #3:2 δυνατος ¦ δυναμενος PCKδυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3#3:3 ιδε 𝔐12 ¦ ει δε 𝔐7 CT ¦ ιδου TRἼδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν #3:3 προς 95.5% ¦ εις CT 2.4%πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4Ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ #3:4 σκληρων ανεμων ¦ ανεμων σκληρων ECM† NA PCK SBL TH WHσκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου #3:4 αν ¦ --- CTἂν ἡ ὁρμὴ τοῦ #3:4 ευθυνοντος ¦ ιθυνοντος PCKεὐθύνοντος #3:4 βουληται ¦ βουλεται CTβούληται. 5Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ #3:5 μεγαλαυχει ¦ μεγαλα αυχει CTμεγαλαυχεῖ.
Ἰδού, #3:5 ολιγον ¦ ηλικον CTὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει. 6Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· #3:6 ουτως ¦ --- CTοὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, 8τὴν δὲ γλῶσσαν οὐδεὶς #3:8 δυναται ανθρωπων δαμασαι 84.2% ¦ δυναται δαμασαι ανθρωπων MSS 11.9% ¦ δαμασαι δυναται ανθρωπων CT 1%δύναται ἀνθρώπων δαμάσαι· #3:8 ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9Ἐν αὐτῇ εὐλογοῦμεν τὸν #3:9 θεον ¦ κυριον CTΘεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας· 10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. 11Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; #3:12 ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CTΟὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
The Wisdom from Above
13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ #3:14 εριθειαν ¦ εριθιαν WHἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, #3:15 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16Ὅπου γὰρ ζῆλος καὶ #3:16 εριθεια ¦ εριθια WHἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος #3:17 και ¦ --- CTκαὶ ἀνυπόκριτος. 18Καρπὸς δὲ #3:18 της ¦ --- CT PCKτῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Currently Selected:
ΙΑΚΩΒΟΥ 3: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain