YouVersion Logo
Search Icon

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5

5
1Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν· 2μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· 3καὶ #5:3 δια ταυτην 89.6% ¦ δι αυτην CT 5.8%διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ #5:3 ἑαυτοῦ ¦ αὐτοῦ NA ¦ αὑτοῦ SBLἑαυτοῦ, προσφέρειν #5:3 υπερ 92.6% ¦ περι CT 6.4%ὑπὲρ ἁμαρτιῶν. 4Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, #5:4 αλλα 𝔐20 ¦ αλλ ο 𝔐7 HF ¦ αλλα ο TRἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, #5:4 καθαπερ ¦ καθωσπερ CTκαθάπερ καὶ #5:4 ααρων ¦ ο ααρων TRἈαρών.
5Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν,
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
6Καθὼς καὶ ἐν ἑτέρῳ λέγει,
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισεδέκ.
7Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, 8καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν, 9καὶ τελειωθεὶς ἐγένετο #5:9 τοις υπακουουσιν αυτω πασιν ¦ πασι τοις υπακουουσιν αυτω CTτοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου· 10προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
11Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. 12Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, #5:12 τίνα ¦ τινὰ NA SBL WHτίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, #5:12 και ¦ --- SBL TH WHκαὶ οὐ στερεᾶς τροφῆς. 13Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. 14Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in