YouVersion Logo
Search Icon

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3

3
Jesus Is Superior to Moses
1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν #3:1 ιησουν χριστον ¦ χριστον ιησουν TR ¦ ιησουν CTἸησοῦν Χριστόν, 2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ #3:2 μωυσης ¦ μωσης TRΜωϋσῆς ἐν #3:2 ολω ¦ --- SBLὅλῳ τῷ οἴκῳ αὐτοῦ. 3Πλείονος γὰρ #3:3 δοξης ουτος ¦ ουτος δοξης CTδόξης οὗτος παρὰ #3:3 μωυσην ¦ μωσην TRΜωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. 4Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ #3:4 τα ¦ --- CTτὰ πάντα κατασκευάσας Θεός. 5Καὶ #3:5 μωυσης ¦ μωσης TRΜωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· 6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· #3:6 ου ¦ ος SBLοὗ οἶκός ἐσμεν ἡμεῖς, #3:6 εανπερ ¦ εαν SBL TH WHἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος #3:6 μεχρι τελους βεβαιαν 95.3% ¦ --- NA SBL TH 0.8%μέχρι τέλους βεβαίαν κατάσχωμεν.
Do Not Harden Your Hearts
7Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ,
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9οὗ ἐπείρασάν #3:9 με ¦ --- CTμε οἱ πατέρες ὑμῶν, #3:9 εδοκιμασαν με ¦ εν δοκιμασια CTἐδοκίμασάν με,
καὶ εἶδον τὰ ἔργα μου #3:9 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα ἔτη.
10Διὸ προσώχθισα τῇ γενεᾷ #3:10 εκεινη ¦ ταυτη CTἐκείνῃ,
καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
12Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· 13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ #3:13 εξ υμων τις ¦ τις εξ υμων NA SBL TR WHἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· 14μέτοχοι γὰρ #3:14 γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν CTγεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15ἐν τῷ λέγεσθαι,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
16 # 3:16 τινὲς ¦ τίνες ANT CT PCK Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ #3:16 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TRΜωϋσέως. 17Τίσι δὲ προσώχθισε #3:17 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; 19Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν #3:19 δι ¦ δια PCKδι᾽ ἀπιστίαν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in