ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 7
7
1Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Paul's Joy
2Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 3#7:3 ου προς κατακρισιν ¦ προς κατακρισιν ου CTΟὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ #7:3 συζην ¦ συνζην TH WHσυζῇν. 4Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. 6Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· 7οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω #7:8 γαρ ¦ --- SBL WHγὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. 9Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον #7:10 κατεργαζεται ¦ εργαζεται CTκατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι #7:11 υμας ¦ --- CTὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, #7:11 αλλα ¦ αλλ NA28ἀλλὰ ἀπολογίαν, #7:11 αλλα ¦ αλλ NA28ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, #7:11 αλλα ¦ αλλ NA28 PCKἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, #7:11 αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι #7:11 εν ¦ --- CTἐν τῷ πράγματι. 12Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ #7:12 εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ ἀδικήσαντος, #7:12 ουδε ¦ αλλ ουδε WHοὐδὲ #7:12 εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ #7:12 εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν #7:12 υμων την υπερ ημων ¦ ημων την υπερ υμων SCRὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.
13Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ #7:13 τη παρακλησει υμων περισσοτερως δε 𝔐27 ¦ δε τη παρακλησει υμων περισσοτερως 𝔐1 ANT HF RP ¦ δε τη παρακλησει ημων περισσοτερως CTτῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. 14Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν #7:14 η ¦ --- WHἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16#7:16 χαιρω ¦ χαιρω ουν SCRΧαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 7: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain