ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 13
13
Final Warnings and Greetings
1 # 13:1 τριτον 𝔐pt ¦ ιδου τριτον 𝔐pt Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν #13:2 γραφω ¦ --- CTγράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· 3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· 4καὶ γὰρ #13:4 ει ¦ --- CTεἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Καὶ γὰρ #13:4 ημεις ¦ και ημεις SCRἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ #13:4 ζησομεθα ¦ ζησομεν CTζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι #13:5 ιησους χριστος ¦ χριστος ιησους THἸησοῦς Χριστὸς ἐν ὑμῖν #13:5 εστιν ¦ --- CTἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε. 6Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7#13:7 ευχομαι ¦ ευχομεθα CTΕὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, #13:8 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο #13:9 δε ¦ --- CTδὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν #13:10 εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι CTἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ #13:11 ειρηνης 𝔐pt ¦ της ειρηνης 𝔐pt PCKεἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14Ἡ χάρις τοῦ #13:14 κυριου ¦ κυριου ημων PCKΚυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
# 13:14 αμην ¦ --- CT Ἀμήν.#13:14 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 13: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain