YouVersion Logo
Search Icon

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 1

1
Greeting
1Παῦλος ἀπόστολος #1:1 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν, καὶ #1:1 κυριου ιησου χριστου ¦ χριστου ιησου CTΚυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, 2Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς #1:2 ημων ¦ --- CTἡμῶν καὶ #1:2 χριστου ιησου ¦ ιησου χριστου SCRΧριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Warning Against False Teachers
3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, 4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες #1:4 ζητησεις ¦ εκζητησεις CTζητήσεις παρέχουσι μᾶλλον ἢ #1:4 οικονομιαν ¦ οικοδομιαν SCRοἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. 5Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· 6ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, 7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, 9εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, #1:9 πατρολωαις 𝔐pt ¦ πατραλωαις 𝔐pt TR ¦ πατραλοιαις PCKπατρολῴαις καὶ #1:9 μητρολωαις 𝔐pt ¦ μητραλωαις 𝔐pt TR ¦ μητραλοιαις PCKμητρολῴαις, ἀνδροφόνοις, 10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, 11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
Paul's Testimony of God's Mercy
12 # 1:12 και ¦ --- CT Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, 13#1:13 τον ¦ το CTτὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· #1:13 αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· 14ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται #1:16 ιησους χριστος ¦ χριστος ιησους NA SBL WHἸησοῦς Χριστὸς τὴν #1:16 πασαν ¦ απασαν CTπᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ #1:17 σοφω 96.6% ¦ --- CT 1.8%σοφῷ Θεῷ, τιμὴ #1:17 και 𝔐pt ¦ --- 𝔐ptκαὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 1