YouVersion Logo
Search Icon

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 5

5
The Day of the Lord
1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. 2Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι #5:2 η ¦ --- CTἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· 3ὅταν #5:3 γαρ ¦ --- CTγὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς #5:3 εφισταται ¦ επισταται TH WHἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς #5:4 κλεπτης ¦ κλεπτας WHκλέπτης καταλάβῃ· 5#5:5 παντες ¦ παντες γαρ CTπάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· 6ἄρα οὖν μὴ καθεύδωμεν ὡς #5:6 και ¦ --- CTκαὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. 8#5:8 ημεις ¦ υμεις ANTἩμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. 9Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, #5:9 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10τοῦ ἀποθανόντος #5:10 υπερ ¦ περι SBL WHὑπὲρ ἡμῶν, ἵνα, εἴτε #5:10 γρηγορωμεν 𝔐pt ¦ γρηγορουμεν 𝔐pt PCKγρηγορῶμεν εἴτε #5:10 καθευδωμεν 𝔐pt ¦ καθευδομεν 𝔐pt PCKκαθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. 11Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
Final Instructions and Benediction
12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, 13καὶ #5:13 ηγεισθαι 𝔐pt ¦ ηγεισθε 𝔐ptἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν #5:13 ἑαυτοῖς 𝔐pt ¦ αὐτοῖς 𝔐ptἑαυτοῖς. 14Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε #5:15 και ¦ --- SBL WHκαὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. 16Πάντοτε χαίρετε· 17ἀδιαλείπτως προσεύχεσθε· 18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19Τὸ πνεῦμα μὴ σβέννυτε· 20προφητείας μὴ ἐξουθενεῖτε· 21πάντα #5:21 δε 𝔐pt ¦ --- 𝔐pt TRδὲ #5:21 δοκιμαζετε 𝔐pt ¦ δοκιμαζοντες 𝔐ptδοκιμάζετε· τὸ καλὸν κατέχετε· 22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25Ἀδελφοί, #5:25 προσευχεσθε ¦ προσευχεσθε και NA WHπροσεύχεσθε περὶ ἡμῶν.
26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27#5:27 ορκιζω ¦ ενορκιζω CTὉρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς #5:27 αγιοις 89.5% ¦ --- CT 5.3%ἁγίοις ἀδελφοῖς.
28Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
# 5:28 αμην ¦ --- NA SBL WH Ἀμήν.#5:28 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in