YouVersion Logo
Search Icon

ΠΕΤΡΟΥ Α 2

2
Christ the Living Stone
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ #2:1 υποκρισεις ¦ υποκρισιν WHὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, 2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ #2:2 αυξηθητε 𝔐13 ¦ αυξηθητε εις σωτηριαν 𝔐6 ANT CT PCKαὐξηθῆτε, 3#2:3 ειπερ ¦ ει CTεἴπερ ἐγεύσασθε ὅτι #2:3 χριστος 𝔐38 ¦ χρηστος 𝔐15 ANT CT HF PCK RP TRΧριστὸς ὁ Κύριος· 4πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, 5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, #2:5 ιερατευμα ¦ εις ιερατευμα CTἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους #2:5 τω ¦ --- ECM NA28 SBL TH WHτῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 6#2:6 διοτι ¦ διο και TRΔιότι περιέχει #2:6 εν τη ¦ η PCK ¦ εν CTἐν τῇ γραφῇ,
Ἰδού, τίθημι ἐν Σιὼν λίθον #2:6 ακρογωνιαιον εκλεκτον ¦ εκλεκτον ακρογωνιαιον WHἀκρογωνιαῖον,
ἐκλεκτόν, ἔντιμον,
καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, #2:7 απειθουσι ¦ απιστουσι CTἀπειθοῦσι δέ,
# 2:7 λιθον ¦ λιθος CT Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,
8καί,
Λίθος προσκόμματος
καὶ πέτρα σκανδάλου·
οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
Live as Servants of God
11Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους #2:11 απεχεσθαι 𝔐11 ¦ απεχεσθε 𝔐9 ANTἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, 12τὴν ἀναστροφὴν ὑμῶν #2:12 εχοντες καλην εν τοις εθνεσιν ¦ εν τοις εθνεσιν εχοντες καλην CT TRἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα, ἐν ᾧ #2:12 καταλαλουσιν 𝔐13 ¦ καταλαλωσιν 𝔐7καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων #2:12 εποπτευσαντες ¦ εποπτευοντες ECM NA SBL TH WHἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13Ὑποτάγητε #2:13 ουν ¦ --- CTοὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 14εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς #2:14 εκδικησιν 𝔐13 ¦ εκδικησιν μεν 𝔐7 ANT PCK TRἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν— 15ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας #2:15 φιμουν ¦ φιμοιν WHφιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν— 16ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς #2:16 δουλοι θεου ¦ θεου δουλοι CTδοῦλοι Θεοῦ. 17Πάντας τιμήσατε, τὴν ἀδελφότητα #2:17 αγαπησατε ¦ αγαπατε ANT CT TRἀγαπήσατε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
The Example of Christ's Suffering
18Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. 19Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως. 20Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ #2:20 θεω ¦ τω θεω PCKΘεῷ. 21Εἰς τοῦτο #2:21 γαρ ¦ γαρ και PCKγὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς #2:21 επαθεν υπερ ημων υμιν 64% ¦ επαθεν υπερ ημων ημιν TR 10.3% ¦ επαθεν υπερ υμων υμιν CT 10.2% ¦ απεθανεν υπερ ημων υμιν MSS 5.2%ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· 22ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· 23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· 24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι #2:24 αυτου ¦ --- CTαὐτοῦ ἰάθητε. 25Ἦτε γὰρ ὡς πρόβατα #2:25 πλανωμενα ¦ πλανωμενοι CTπλανώμενα, #2:25 αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν #2:25 υμων 𝔐14 ¦ ημων 𝔐5 PCKὑμῶν.

Currently Selected:

ΠΕΤΡΟΥ Α 2: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in