ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9
9
Israel
1Ἀλήθειαν λέγω ἐν Χριστῷ—οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ— 2ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος#αδιαλειπτος rell ¦ αδιαληπτος [15%] ¦ three further spellings 𝕻46 ὀδύνη τῇ καρδίᾳ μου. 3Εὐχόμην#ευχομην f35 [78%] RP,HF,CP ¦ ηυχομην 𝕻46ℵA,B,C [22%] OC,TR,NU (Alternate spellings of the Imperfect = same meaning.) γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι#αυτος εγω αναθεμα ειναι f35 C [98%] OC,RP,HF,TR,CP ¦ ∼ 3412 𝕻46A,B [2%] NU ¦ ∼ 4312 ℵ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, 4οἵτινές εἰσιν Ἰσραηλῖται· ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· 5ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστός (τὸ κατὰ σάρκα), ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Children of promise
6Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· 7οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾿, «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» 8Τοῦτ᾿ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.»
10Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11(μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν,#κακον f35 𝕻46 [97%] OC,RP,HF,TR,CP ¦ φαυλον ℵA,B [3%] NU ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ#προθεσις του θεου f35 𝕻46ℵA,B [98%] RP,HF,CP,NU ¦ ∼ 231 [2%] OC,TR μένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος), 12ἐρρέθη#ερρεθη f35 𝕻46ℵA,B [55%] OC,HF,CP,NU ¦ ερρηθη [45%] RP,TR (Alternate spellings = same meaning.) αὐτῇ ὅτι «Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» 13Καθὼς γέγραπται· «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ#ἡσαυ f35 [25%] ¦ ἠσαυ [75%] OC,RP,HF,TR,CP,NU (ℵA,B,C are presumably ambiguous.) ἐμίσησα.»
It is pointless to fight God’s Sovereignty!
14Τί οὖν ἐροῦμεν, μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15Τῷ γὰρ Μωϋσῇ#γαρ μωυση f35 A [98%] OC,RP,HF,TR,CP ¦ ∼ 21 𝕻46ℵB [2%] NU,#μωυση f35 [81%] OC,RP,HF ¦ μωυσει 𝕻46ℵ [16%] CP,NU ¦ μωση A,B [1%] TR ¦ μωσει [2%] λέγει· «Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω#οικτειρησω rell ¦ οικτιρησω ℵ [1%] NU ¦ three further spellings [2%] ὃν ἂν οἰκτείρω.»#οικτειρω rell ¦ οικτιρω ℵ,NU ¦ two further spellings [1%] 16Ἄρα οὖν, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος#ελεουντος f35 [96%] OC,RP,HF,TR,CP ¦ ελεωντος 𝕻46ℵA,B [2%] NU ¦ three other variants [2%] Θεοῦ. 17Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ ὅτι «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι#ενδειξωμαι rell ¦ ενδειξομαι [10%] ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ#διαγγελη rell ¦ διαγγελει [15%] ¦ three further spellings τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» 18Ἄρα οὖν, ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
19Ἐρεῖς οὖν μοι,#ουν μοι f35 [91%] OC,RP,HF,TR,CP ¦ ∼ 21 𝕻46ℵA,B [9%] NU «Τί#τι f35 ℵA [99%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46B [1%] [NU] ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» 20Μενοῦνγε, ὦ ἄνθρωπε,#μενουνγε ω ανθρωπε f35 [98%] OC,RP,HF,TR,CP ¦ ∼ 231 ℵA [1%] NU ¦ 23 𝕻46 [1%] ¦ ∼ 23 μενουν B σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, «Τί με ἐποίησας οὕτως;» 21Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
22Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23καὶ ἵνα γνωρίσῃ#γνωριση rell ¦ γνωρισει [14%] ¦ four further spellings τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25Ὡς καὶ ἐν τῷ Ὠσηὲ#ὠσηε f35 [89%] TR ¦ ὡσηε [5%] OC,RP,HF,CP,NU ¦ ωσιε [6%] λέγει· «Καλέσω τὸν οὐ ‹λαόν μου› λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ‹ἠγαπημένην.› » 26«Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη#ερρεθη f35 [47%] OC,HF,CP,NU ¦ ερρηθη ℵA,B,C [50%] RP,TR ¦ ερηθη [3%] αὐτοῖς, ‹Οὐ λαός μου ὑμεῖς,› ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.» 27Ἡσαΐας#ἡσαιας f35 [95%] OC,TR,CP ¦ ἠσαιας [5%] RP,HF,NU (This statement obtains for all subsequent occurrences of the name.) δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα#καταλειμμα f35 (𝕻46) (98%) OC,RP,HF,TR,CP ¦ υπολειμμα (ℵ)A(B) (1%) NU ¦ εγκαταλειμμα (1%) σωθήσεται· 28λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον#εν δικαιοσυνη οτι λογον συντετμημενον f35 (95.6%) OC,RP,HF,TR,CP ¦ --- 𝕻46ℵA,B (2.7%) NU ¦ three other variants (1.7%) ποιήσει Κύριος ἐπὶ τῆς γῆς.» 29Καὶ#και rell ¦ --- [1%] CP καθὼς προείρηκεν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν#εγκατελιπεν rell ¦ εγκατελειπεν (𝕻46)A [14%] ¦ one other variant ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.»#ωμοιωθημεν rell ¦ ομοιωθημεν 𝕻46A [14%]
Their present condition
30Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης#δικαιοσυνης f35 [95%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [5%] NU οὐκ ἔφθασεν. 32Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου.#νομου f35 [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [2%] NU Προσέκοψαν γὰρ#γαρ f35 [98%] OC,RP,HF,TR,CP ¦ --- 𝕻46ℵA,B [2%] NU τῷ λίθῳ τοῦ προσκόμματος· 33καθὼς γέγραπται· «Ἰδοὺ#ιδου rell ¦ 1 εγω CP τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς#πας f35 [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [2%] NU ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.»
Currently Selected:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9: F35
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in