ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8
8
Deliverance
1Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα,#μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα f35 (94%) OC,RP,HF,TR,CP ¦ variations on the long form (0.8%) ¦ 1234 A (2.5%) ¦ --- ℵB (2.3%) NU ¦ two other readings (0.3%) 2ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με#με f35 A,C [98%] OC,RP,HF,TR,CP ¦ σε ℵB [1%] NU ¦ three other variants [1%] ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας· κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα.
Spirit vs flesh
5Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ Πνεῦμα τὰ τοῦ Πνεύματος. 6Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη· 7διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. 8Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. 9Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿#αλλ rell ¦ αλλα ℵB [1%] NU ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ#χριστου rell ¦ θεου [18%] οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿#δι f35 ℵ [81%] OC,TR ¦ δια A,B,C [17%] RP,HF,CP,NU ¦ δια την [2%] ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος#εγειραντος f35 C [95%] OC,RP,HF,TR,CP ¦ 1 τον ℵA,B [5%] NU Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν#τον χριστον f35 (86.2%) OC,RP,HF,TR,CP ¦ 1 κυριον (3.4%) ¦ 2 B (2.2%) NU ¦ 2 ιησουν (ℵA) (2.5%) ¦ ιησουν 2 (C) (1.7%) ¦ αυτον (0.8%) ¦ four other variants (0.7%) ¦ long omissions (2.5%) ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα#το ενοικουν … πνευμα f35 B (81.7%) OC,RP,HF,TR(CP) ¦ του ενοικουντος … πνευματος ℵA,C (17.6%) NU ¦ two other variants (0.7%) ἐν ὑμῖν.
Sonship
12Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῆν· 13εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ#εισιν υιοι θεου f35 [98%] OC,RP,HF,TR,CP ¦ ∼ 231 ℵA,C [1.5%] NU ¦ ∼ 213 B [0.5%] 15—οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿#αλλ rell ¦ αλλα ℵA,B,C [1%] NU ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν, «Ἀββᾶ, ὁ Πατήρ.» 16Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ 17—εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ (εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν).
Redemption of the body
18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· 20τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿#επ f35 𝕻27A,C [99%] OC,RP,HF,TR,CP ¦ εφ 𝕻46ℵB [1%] NU ἐλπίδι 21ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ#αυτοι rell ¦ 1 οι [10%] τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ#και ημεις αυτοι f35 (90%) OC,RP,HF,TR,CP ¦ ∼ 213 𝕻46ℵA,C (3%) NU ¦ ∼ 132 (1.3%) ¦ 13 B (2.3%) ¦ 12 (2.5%) ¦ 23 (0.3%) ¦ 3 (0.5%) ἐν ἑαυτοῖς στενάζομεν,#στεναζομεν rell ¦ συστεναζομεν [1%] CP υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς—ὃ γὰρ βλέπει τις, τί καὶ#τι και f35 A,C [97%] OC,RP,HF,TR,CP ¦ 2 (ℵ) [0.5%] ¦ --- 𝕻46B,NU ¦ 1 [2%] ἐλπίζει; 25Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα.
26Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις#αις ασθενειαις f35 (93.5%) OC,RP,HF,TR,CP ¦ τη ασθενεια ℵA,B,C (5.2%) NU ¦ της 2 (0.8%) ¦ two other variants (0.5%) ἡμῶν, τὸ γὰρ τί προσευξόμεθα#προσευξομεθα f35 [97%] OC,RP,HF,CP ¦ προσευξωμεθα ℵA,B,C [3%] TR,NU καθὸ δεῖ οὐκ οἴδαμεν. Ἀλλ᾿#αλλ rell ¦ αλλα ℵ [25%] NU αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν#υπερ ημων f35 C [98%] OC,RP,HF,TR ¦ --- ℵA,B [2%] NU ¦ 1 υμων CP στεναγμοῖς ἀλαλήτοις, 27ὁ δὲ ἐρευνῶν#ερευνων f35 A(C) [99%] OC,RP,HF,TR,CP ¦ εραυνων 𝕻46ℵB [1%] NU τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Glory
28Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ εἰς#εις f35 ℵA,B,C [73%] OC,RP,HF,TR,NU ¦ 1 το [27%] CP ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29Ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
Summary to this point
31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; 32Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿#αλλ rell ¦ αλλα 𝕻46ℵB [1%] NU ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. 34Τίς ὁ κατακρίνων; Χριστὸς#χριστος f35 B [96%] OC,RP,HF,TR,CP ¦ 1 ιησους ℵA,C [4%] [NU] ὁ ἀποθανών, μᾶλλον δὲ καὶ#και f35 𝕻46 (87.8%) OC,RP,HF,TR,CP ¦ --- 𝕻27(ℵA)B(C) (12.2%) NU ἐγερθείς, ὃς καί#και rell ¦ --- ℵA,C [25%] ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36(Καθὼς γέγραπται ὅτι «Ἕνεκά#ενεκα f35 C [70%] OC,TR ¦ ενεκεν ℵA,B [30%] RP,HF,CP,NU σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.») 37Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα,#δυναμεις ουτε ενεστωτα ουτε μελλοντα f35 [95%] OC,RP,HF,TR,CP ¦ ∼ 34521 (δυναμις 𝕻46) (𝕻46)ℵA,B,C [3%] NU ¦ 123 [2%] 39οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Currently Selected:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8: F35
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in