ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1
1
Salutation
1Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ,#ιησου χριστου f35 ℵA [99.5%] OC,RP,HF,TR,CP ¦ ∼ 21 𝕻10B [0.5%] NU κλητὸς ἀπόστολος, ἀφωρισμένος#αφωρισμενος rell ¦ αφορισμενος [10%] εἰς εὐαγγέλιον Θεοῦ, 2ὃ προεπηγγείλατο#προεπηγγειλατο rell ¦ προεπαγγειλατο CP ¦ προεπηγγιλατο ℵ διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς Ἁγίαις· 3περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, 4τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει (κατὰ Πνεῦμα ἁγιωσύνης) ἐξ ἀναστάσεως νεκρῶν—Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν— 5δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ 6(ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ)· 7πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
To Gentiles
Paul has been hindered from visiting Rome
8Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ#υπερ f35 [84%] OC,RP,HF,TR,CP ¦ περι ℵA,B,C [16%] NU πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. 9Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, πάντοτε ἐπὶ τῶν προσευχῶν μου 10δεόμενος εἴ πως ἤδη, ποτέ, εὐοδωθήσομαι#ευοδωθησομαι rell ¦ ευοδοθησομαι [18%] ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 11Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς— 12τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
13Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν,#αγνοειν rell ¦ αγνωειν [15%] ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς (καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο), ἵνα τινὰ καρπὸν#τινα καρπον f35 ℵA,B,C [92%] OC,RP,HF,CP,NU ¦ ∼ 21 [8%] TR σχῶ καὶ#και rell ¦ --- [10%] CP ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. 15Οὕτως, τὸ κατ᾿ ἐμέ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
Faith
16Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,#του χριστου f35 [97%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [3%] NU δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι (Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι)· 17δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν· καθὼς γέγραπται· «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.»
Unrighteousness
18Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ γὰρ Θεὸς#γαρ θεος f35 [95%] OC,RP,HF,TR,CP ¦ ∼ 21 ℵA,B,C [5%] NU αὐτοῖς ἐφανέρωσεν. 20Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· 21διότι γνόντες#γνοντες rell ¦ γνωντες [25%] τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν·#ευχαριστησαν f35 B [80%] OC,RP,HF,TR,CP ¦ ηυχαριστησαν ℵA,C [20%] NU ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. 22Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, 23καὶ ἠλλάξαντο#ηλλαξαντο f35 [26%] CP ¦ ηλλαξαν ℵA,B,C [74%] OC,RP,HF,TR,NU τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου—καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24Διὸ καὶ#και f35 [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [2%] NU παρέδωκεν αὐτοὺς ὁ Θεός, ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς#εαυτοις f35 [92%] RP,HF,TR,CP ¦ αυτοις 𝕻40vℵA,B,C [5%] OC,NU ¦ εαυτων [3%] 25—οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Depravity
26Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· 27ὁμοίως#ομοιως f35 C [23%] CP ¦ 1 τε ℵB [70%] RP,HF,TR,NU ¦ 1 δε A [7%] OC καὶ οἱ ἄρρενες,#αρρενες f35 ℵA,C [95.5%] RP,HF,TR,CP ¦ αρενες [3%] ¦ αρσενες B [1.5%] OC,NU ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν#εξεκαυθησαν f35 [20%] CP ¦ 1 εν ℵA,B,C [80%] OC,RP,HF,TR,NU τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· 29πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ,#πορνεια f35 [95%] OC,RP,HF,TR,CP ¦ --- (ℵA)B(C) [5%] NU (An easy case of homoioteleuton, or -arcton.) πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· 30ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 31ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους,#ασπονδους f35 C [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B [2%] NU (An easy case of homoioteleuton, or -arcton.) ἀνελεήμονας· 32οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.
Currently Selected:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1: F35
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in