YouVersion Logo
Search Icon

Acts 14

14
Iconium
1Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2Οἱ δὲ ἀπειθοῦντες#απειθουντες f35 [95%] HF,RP,OC,TR,CP ¦ απειθησαντες (ℵ)A,B(C) [5%] NU ¦ D is wild Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι#μαρτυρουντι rell ¦ 1 επι ℵA[NU] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ,#αυτου f35 ℵA,B,D [90%] HF,RP,OC,CP,NU ¦ 1 και C [10%] TR διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων, σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι#λιθοβολησαι rell ¦ λιθοβολισαι [14%] αὐτούς, 6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας—Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον— 7κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.#ησαν ευαγγελιζομενοι f35 C [95%] HF,RP,OC,TR,CP ¦ ∼ 21 ℵA,B,D [5%] NU
Lystra
8Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος#εν λυστροις αδυνατος f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ ∼ 312 ℵB [1%] NU ¦ εκαθητο 3 D ¦ three other variants [2%] τοῖς ποσὶν ἐκάθητο (χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων,#υπαρχων f35 [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [5%] NU ὃς οὐδέποτε περιπεπατήκει).#περιπεπατηκει f35 [76%] HF,RP,OC,TR,CP ¦ περιεπατησεν ℵA,B,C [5%] NU ¦ περιπατηκει [12%] ¦ περιεπεπατηκει [6%] some TRs ¦ περειπεπατικει D ¦ two further variants 9Οὗτος ἤκουεν#ηκουεν f35 B,C [75%] TR,CP ¦ ηκουσεν ℵA,D [25%] HF,RP,OC,NU τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει#πιστιν εχει f35 [95%] HF,RP,OC,TR,CP ¦ ∼ 21 ℵA,B,C,D [5%] NU τοῦ σωθῆναι, 10εἶπεν μεγάλῃ τῇ#τη f35 A [98%] HF,RP,OC,TR,CP ¦ --- ℵB,C,D [2%] NU φωνῇ,#φωνη f35 ℵA,B [95%] HF,RP,OC,TR,NU ¦ 1 σοι λεγω εν τω ονοματι του κυριου ιησου χριστου C,D [5%] CP «Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός.»#ορθος f35 ℵB,C,D [45%] HF,OC,TR,CP,NU ¦ ορθως [50%] RP ¦ ορθρος A [5%] Καὶ ἥλλατο#ηλλατο f35 [30%] ¦ ηλλετο [35%] HF,RP,TR,CP ¦ ηλετο [19%] ¦ ηλατο ℵA,B,C [15%] OC,NU ¦ ανηλατο D ¦ three other variants [1%] (Presumably an unusual form of the 1st aorist that some ‘corrected’ by making it imperfect, while others deleted the ‘extra’ λ.) καὶ περιεπάτει. 11Οἱ δὲ#δε f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [2%] NU ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ#ο f35 [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [5%] NU Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν#την φωνην αυτων rell ¦ ∼ 312 [30%] Λυκαονιστὶ λέγοντες, «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.» 12Ἐκάλουν τε#τε rell ¦ δε D [11%] τὸν μὲν#μεν f35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [4%] NU Βαρνάβαν, Δία,#δια rell ¦ διαν [20%] τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13Ὁ δὲ#ο δε f35 [95%] HF,RP,OC,TR,CP ¦ ο τε ℵA,B [4%] NU ¦ τοτε C [1%] ¦ οι 2 D ἱερεὺς τοῦ Διός, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν,#αυτων f35 [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [5%] NU ¦ αυτοις (D) ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν#ηθελεν rell ¦ ηθελον D [35%] θύειν.
14Ἀκούσαντες δὲ οἱ ἀπόστολοι, Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν#εισεπηδησαν f35 [94%] HF,RP,OC,TR,CP ¦ εξεπηδησαν ℵA,B,C,D [6%] NU εἰς τὸν ὄχλον, κράζοντες 15καὶ λέγοντες· «Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ#και rell ¦ --- 𝕻45D [15%] ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν#υμιν εσμεν f35 C [20%] ¦ ∼ 21 𝕻45vℵA,B(D) [60%] HF,RP,OC,TR,CP,NU ¦ 2 [20%] ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν#τον f35 𝕻45D [94%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [6%] NU Θεὸν τὸν#τον f35 𝕻45ℵ [94%] HF,RP,OC,TR,CP ¦ --- A,B,C,D [6%] NU ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17Καίτοιγε#καιτοιγε f35 ℵ [95%] HF,RP,OC,TR,CP ¦ καιτοι A,B,C [3%] NU ¦ και γε 𝕻45D [1%] ¦ two other variants οὐκ ἀμάρτυρον ἑαυτὸν#εαυτον f35 C(D) [98%] HF,RP,OC,TR,CP ¦ αυτον 𝕻45ℵA,B [2%] NU ἀφῆκεν, ἀγαθοποιῶν,#αγαθοποιων f35 D [96%] HF,RP,OC,TR,CP ¦ αγαθουργων ℵA,B,C [4%] NU οὐρανόθεν ὑμῖν#υμιν f35 𝕻45ℵB,C(D) [83%] HF,RP,OC,NU ¦ ημιν [15%] TR,CP ¦ --- A [2%] ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.»#ημων f35 A [75%] HF,RP,TR,CP ¦ υμων ℵB,C,D [20%] OC,NU ¦ --- [5%] 18Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.#αυτοις f35 𝕻45ℵA,B [90%] HF,RP,OC,TR,NU ¦ 1 διατριβοντων δε αυτων και διδασκοντων C,D [10%] CP
Paul stoned
19Ἐπῆλθον#επηλθον rell ¦ επηλθαν ℵA,B [1%] NU ¦ ανηλθον 𝕻45 [12%] δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν#εσυραν f35 D [43%] OC,CP ¦ εσυρον ℵA,B,C [57%] HF,RP,TR,NU ἔξω τῆς πόλεως, νομίσαντες#νομισαντες f35 C [96%] HF,RP,OC,TR,CP ¦ νομιζοντες 𝕻45ℵA,B,D [4%] NU αὐτὸν τεθνάναι.#τεθναναι f35 (D) [94%] HF,RP,OC,TR,CP ¦ τεθνηκεναι ℵA,B,C [6%] NU 20Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτόν,#των μαθητων αυτον f35 ℵA,B,C [22%] NU ¦ ∼ 312 [55%] HF,RP,OC,TR ¦ ∼ αυτων 12 [20%] CP ¦ 12 αυτου D ¦ 12 αυτου 3 𝕻45 ¦ three other variants [2%] ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
The return to Antioch
21Εὐαγγελισάμενοί#ευαγγελισαμενοι rell ¦ ευαγγελιζομενοι A,D [20%] τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς#εις f35 D [20%] ¦ 1 την ℵA,B,C [80%] HF,RP,OC,TR,CP,NU Λύστραν καὶ#και f35 𝕻45D [90%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,B,C [5%] NU ¦ 1 το [5%] Ἰκόνιον καὶ#και f35 B,D [95%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,C [5%] NU Ἀντιόχειαν, 22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» 23Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν,#πρεσβυτερους κατ εκκλησιαν f35 [94%] HF,RP,TR,CP ¦ ∼ 231 ℵA,B,C(D) [6%] NU ¦ 123 και OC (in small print) προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.#πεπιστευκεισαν rell ¦ επεπιστευκεισαν [14%] ¦ πεπιστευκισαν ℵC ¦ πεπιστευκασιν D [2%] OC ¦ πεπιστευκησαν [1%] ¦ πεπειστευκεισαν A 24Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς#εις f35 A,D [97%] HF,RP,OC,TR,CP ¦ 1 την ℵB,C [3%] NU Παμφυλίαν. 25Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν.#ατταλειαν rell ¦ αταλειαν [15%] ¦ αταλιαν [10%] ¦ ατταλιαν ℵA,B,C,D [8%] ¦ two other spellings 26Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν#ανηγγειλαν f35 [92%] HF,RP,OC,TR,CP ¦ ανηγγελλον ℵA,B,C [3%] NU ¦ ανηγγειλον D ¦ απηγγειλαν [5%] ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28Διέτριβον δὲ ἐκεῖ#εκει f35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C,D [4%] NU χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Currently Selected:

Acts 14: F35

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in