1
ΑΡΙΘΜΟΙ 22:28
μετάφραση των εβδομήκοντα
GRCBRENT
Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαὰμ, τί ἐποίησά σοι, ὅτι πέπαικάς με τρίτον τοῦτο
Compare
Explore ΑΡΙΘΜΟΙ 22:28
2
ΑΡΙΘΜΟΙ 22:31
Ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαὰμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ.
Explore ΑΡΙΘΜΟΙ 22:31
3
ΑΡΙΘΜΟΙ 22:32
Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ, διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, καὶ ἰδοῦσά με ἡ ὄνος, ἐξέκλινεν ἀπʼ ἐμοῦ τρίτον τοῦτο.
Explore ΑΡΙΘΜΟΙ 22:32
4
ΑΡΙΘΜΟΙ 22:30
Καὶ λέγει ἡ ὄνος τῷ Βαλαὰμ, οὐκ ἐγὼ ἡ ὄνος σου ἐφʼ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου, ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδούσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν, οὐχί.
Explore ΑΡΙΘΜΟΙ 22:30
5
ΑΡΙΘΜΟΙ 22:29
Καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ, ὅτι ἐμπέπαιχάς μοι, καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρὶ ἤδη ἂν ἐξεκέντησά σε.
Explore ΑΡΙΘΜΟΙ 22:29
6
ΑΡΙΘΜΟΙ 22:27
Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ, συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ, καὶ ἔτυπτε τὴν ὄνον τῇ ῥάβδῳ.
Explore ΑΡΙΘΜΟΙ 22:27