1
ΑΡΙΘΜΟΙ 21:8
μετάφραση των εβδομήκοντα
GRCBRENT
Καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ· καὶ εἰπε Κύριος πρὸς Μωυσῆν, ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
Compare
Explore ΑΡΙΘΜΟΙ 21:8
2
ΑΡΙΘΜΟΙ 21:9
Καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη.
Explore ΑΡΙΘΜΟΙ 21:9
3
ΑΡΙΘΜΟΙ 21:5
Καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ, λέγοντες, ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ· ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ.
Explore ΑΡΙΘΜΟΙ 21:5
4
ΑΡΙΘΜΟΙ 21:6
Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.
Explore ΑΡΙΘΜΟΙ 21:6
5
ΑΡΙΘΜΟΙ 21:7
Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν, ἔλεγον, ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου, καὶ κατὰ σοῦ· εὔξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφʼ ἡμῶν τὸν ὄφιν.
Explore ΑΡΙΘΜΟΙ 21:7