1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:23-24
The Greek New Testament
THGNT
πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν χριστῷ Ἰησοῦ
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:23-24
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:22
δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:22
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:25-26
ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ· πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:25-26
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:20
διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:20
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:10-12
καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλειναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:10-12
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:28
λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:28
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:4
μὴ γένοιτο. Γεινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:4