1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15
SBL Greek New Testament
SBLG
καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῇ βίβλῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:12
καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:12
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:13-14
καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ ⸂θάνατος ὁ δεύτερός⸃ ἐστιν, ἡ λίμνη τοῦ πυρός.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:13-14
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11
Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ⸂ἐπ’ αὐτοῦ⸃, οὗ ἀπὸ ⸀τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:7-8
Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ ⸀καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ⸀αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:7-8