1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7
SBL Greek New Testament
SBLG
χαίρωμεν καὶ ⸀ἀγαλλιῶμεν, καὶ ⸀δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:7
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:16
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:16
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:11
Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ⸂πιστὸς καλούμενος⸃ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:11
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:12-13
οἱ δὲ ὀφθαλμοὶ ⸀αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ⸀ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον ⸀βεβαμμένον αἵματι, καὶ ⸀κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:12-13
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:15
καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ⸀ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:15
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20
καὶ ἐπιάσθη τὸ θηρίον καὶ ⸂μετ’ αὐτοῦ ὁ⸃ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς ⸂τῆς καιομένης⸃ ἐν θείῳ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:20