1
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:23
Byzantine Textform 2018
Byz18
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.
เปรียบเทียบ
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:23
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24
Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγεν, Πιστεύω, κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28-29
Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ' ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28-29
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50
Καλὸν τὸ ἅλας• ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37
Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται• καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41
Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42
Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47
Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν• καλόν σοι ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός
สำรวจ ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47
หน้าหลัก
พระคัมภีร์
แผนการอ่าน
วิดีโอ