1
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:35
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν.
مقایسه
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:35 را جستجو کنید
2
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:24
ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:24 را جستجو کنید
3
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:28
προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:28 را جستجو کنید
4
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:32
καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:32 را جستجو کنید