ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11
11
God Has Not Rejected Israel
1Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ #11:1 ισραηλιτης ¦ ισραηλειτης TH WHἸσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς #11:1 βενιαμιν ¦ βενιαμειν TH WHΒενιαμίν. 2Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν #11:2 ηλια ¦ ηλεια WHἨλίᾳ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ, #11:2 λεγων ¦ --- CTλέγων, 3Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, #11:3 και ¦ --- CTκαὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. 5Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ #11:5 λειμμα ¦ λιμμα WHλεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. 6Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι #11:6 γινεται ¦ γεινεται THγίνεται χάρις. #11:6 ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ --- CT 3.5%Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, #11:7 τουτο ¦ τουτου PCK TRτοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· 8#11:8 καθως ¦ καθαπερ WHκαθὼς γέγραπται,
Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως,
ὀφθαλμοὺς τοῦ μὴ βλέπειν,
καὶ ὦτα τοῦ μὴ ἀκούειν,
ἕως τῆς σήμερον ἡμέρας.
9Καὶ #11:9 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει,
Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν,
καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,
καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς #11:10 συγκαμψον ¦ συνκαμψον TH WHσύγκαμψον.
The Salvation of the Gentiles
11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13Ὑμῖν #11:13 γαρ ¦ δε CTγὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον #11:13 μεν ¦ μεν ουν CTμέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· 14εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ #11:15 προσληψις ¦ προσλημψις CTπρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ #11:17 συγκοινωνος ¦ συνκοινωνος TH WHσυγκοινωνὸς τῆς ῥίζης #11:17 και ¦ --- CTκαὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, #11:18 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἡ ῥίζα σέ. 19Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν #11:19 κλαδοι ¦ οι κλαδοι ANT TRκλάδοι, ἵνα ἐγὼ #11:19 εγκεντρισθω ¦ ενκεντρισθω TH WHἐγκεντρισθῶ. 20Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ #11:20 υψηλοφρονει ¦ υψηλα φρονει CTὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, #11:21 μηπως ¦ --- SBL TH WHμήπως οὐδὲ σοῦ #11:21 φεισεται ¦ φεισηται TRφείσεται. 22Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, #11:22 αποτομιαν ¦ αποτομια CTἀποτομίαν· ἐπὶ δὲ σέ, #11:22 χρηστοτητα ¦ χρηστοτης θεου CTχρηστότητα, ἐὰν #11:22 επιμεινης ¦ επιμενης CTἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23#11:23 και εκεινοι ¦ κακεινοι CTΚαὶ ἐκεῖνοι δέ, ἐὰν μὴ #11:23 επιμεινωσι ¦ επιμενωσι CTἐπιμείνωσι τῇ ἀπιστίᾳ, #11:23 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται· δυνατὸς γὰρ #11:23 ο θεος εστι 𝔐18 ¦ εστιν ο θεος 𝔐12 CT HF TRὁ Θεός ἐστι πάλιν #11:23 εγκεντρισαι ¦ ενκεντρισαι TH WHἐγκεντρίσαι αὐτούς. 24Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, #11:24 εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WHἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
God's Mercy for All
25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε #11:25 παρ ¦ εν WH ¦ --- SBLπαρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται,
Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος,
# 11:26 και ¦ --- CT καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
27καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη,
ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
28Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30Ὥσπερ γὰρ #11:30 και ¦ --- CTκαὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων #11:30 απειθεια ¦ απειθια WHἀπειθείᾳ· 31οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ #11:31 ελεηθωσι ¦ νυν ελεηθωσι NA SBL WHἐλεηθῶσι· 32συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς #11:32 απειθειαν ¦ απειθιαν WHἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς #11:33 ανεξερευνητα ¦ ανεξεραυνητα CTἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
34Τίς γὰρ ἔγνω νοῦν Κυρίου;
Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35Ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
36Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Currently Selected:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain

: