ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:10-11
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:10-11 TCGNT
Καὶ ἔκραξαν φωνὴν μεγάλην, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; Καὶ ἐδόθη αὐτοῖς στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.





