YouVersion Logo
Search Icon

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3

3
Law or Faith
1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς #3:1 εβασκανε 𝔐pt ¦ εβασκηνε 𝔐pt PCKἐβάσκανε #3:1 τη αληθεια μη πειθεσθαι 92% ¦ --- CT 3.1%τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη #3:1 εν υμιν 86.5% ¦ --- CT 9%ἐν ὑμῖν ἐσταυρωμένος; 2Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; 3Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; 4Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ. 5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; 6Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί #3:7 εισιν υιοι ¦ υιοι εισιν CTεἰσιν υἱοὶ Ἀβραάμ. 8Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι #3:8 ενευλογηθησονται ¦ ευλογηθησονται SCRἘνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται #3:10 γαρ ¦ γαρ οτι CTγάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει #3:10 εν ¦ --- CTἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. 11Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, #3:12 αλλ ¦ αλλα THἀλλ᾽ Ὁ ποιήσας αὐτὰ #3:12 ανθρωπος 92.6% ¦ --- CT 6.6%ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. 13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· #3:13 γεγραπται γαρ ¦ οτι γεγραπται CTγέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· 14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν #3:14 χριστω ιησου ¦ ιησου χριστω WHΧριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
The Law and the Promise
15Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16Τῷ δὲ Ἀβραὰμ #3:16 ερρηθησαν 𝔐18 ¦ ερρεθησαν 𝔐11 ANT CT HF PCKἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. 17Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ #3:17 εις χριστον ¦ --- CTεἰς Χριστὸν ὁ μετὰ #3:17 ετη τετρακοσια και τριακοντα ¦ τετρακοσια και τριακοντα ετη CTἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
19Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις #3:19 ου ¦ αν WHοὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.
Slaves and Sons
21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως #3:21 αν εκ νομου 84.8% ¦ εκ νομου αν NA SBL TH 1.3% ¦ εν νομω αν WH 0.2%ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. 22Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
23Πρὸ #3:23 του δε ¦ δε του ANTτοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, #3:23 συγκεκλεισμενοι ¦ συγκλειομενοι NA SBL ¦ συνκλειομενοι TH WHσυγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. 29Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, #3:29 και ¦ --- CTκαὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in