YouVersion Logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23

23
1Ἀτενίσας δὲ #23:1 ο παυλος τω συνεδριω 84.5% ¦ παυλος τω συνεδριω WH 9% ¦ τω συνεδριω ο παυλος ECM TH 5%ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4Οἱ δὲ παρεστῶτες #23:4 ειπον ¦ ειπαν CTεἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται #23:5 γαρ ¦ γαρ οτι NA SBL TH WHγάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ #23:6 σαδδουκαιων το δε ετερον φαρισαιων ¦ φαρισαιων το δε ετερον σαδδουκαιων PCKΣαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, #23:6 εκραξεν 𝔐14 ¦ εκραζεν 𝔐10 CTἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς #23:6 φαρισαιου ¦ φαρισαιων CTΦαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν #23:6 εγω ¦ --- WHἐγὼ κρίνομαι. 7Τοῦτο δὲ αὐτοῦ #23:7 λαλησαντος ¦ ειποντος ECM NA TH ¦ λαλουντος SBL WHλαλήσαντος, ἐγένετο στάσις τῶν #23:7 φαρισαιων 𝔐22 ¦ φαρισαιων και των σαδδουκαιων 𝔐12 ANT HF PCK TR ¦ φαρισαιων και σαδδουκαιων CTΦαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8Σαδδουκαῖοι #23:8 μεν ¦ --- WHμὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, #23:8 μηδε ¦ μητε ANT CT PCKμηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες #23:9 οι γραμματεις 𝔐14 ¦ γραμματεις 𝔐10 ¦ τινες των γραμματεων CTοἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, #23:9 μη θεομαχωμεν 94.6% ¦ --- CT 4.3%μὴ θεομαχῶμεν. 10Πολλῆς δὲ #23:10 γενομενης ¦ γινομενης NA SBL TH WHγενομένης στάσεως, #23:10 ευλαβηθεις ¦ φοβηθεις CTεὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα #23:10 καταβηναι και ¦ καταβαν CT TRκαταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν #23:10 τε ¦ --- WHτε εἰς τὴν παρεμβολήν.
11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει #23:11 παυλε ¦ --- CTΠαῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
The Plot to Kill Paul
12Γενομένης δὲ ἡμέρας, ποιήσαντές #23:12 τινες των ιουδαιων συστροφην ¦ συστροφην οι ιουδαιοι CTτινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, #23:12 λεγοντες ¦ --- PCKλέγοντες μήτε φαγεῖν μήτε #23:12 πιειν ¦ πειν WHπιεῖν ἕως οὗ #23:12 αποκτεινωσι ¦ ανελωσι PCKἀποκτείνωσι τὸν Παῦλον. 13Ἦσαν δὲ πλείους #23:13 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν #23:13 πεποιηκοτες ¦ ποιησαμενοι CTπεποιηκότες· 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις #23:14 ειπον ¦ ειπαν CTεἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως #23:15 αυριον ¦ --- CTαὔριον #23:15 αυτον καταγαγη ¦ καταγαγη αυτον CT PCKαὐτὸν καταγάγῃ #23:15 προς ¦ εις CTπρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου #23:16 το ενεδρον ¦ την ενεδραν CT SCRτὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. 17Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον #23:17 απαγαγε ¦ απαγε SBL WHἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ #23:17 τι απαγγειλαι ¦ απαγγειλαι τι ECM NA SBL TH WHτι ἀπαγγεῖλαι αὐτῷ. 18Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν #23:18 νεανιαν ¦ νεανισκον ECM NA THνεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον #23:20 εις το συνεδριον καταγαγης τον παυλον ¦ τον παυλον καταγαγης εις το συνεδριον CTεἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς #23:20 μελλοντα 𝔐96 26.6% ¦ μελλοντες 𝔐52 PCK TR 33.1% ¦ μελλοντων ANT 17.6% ¦ μελλων TH WH 9.2% ¦ μελλον ECM NA SBL 7.4% ¦ μελλοντας MSS 5.1%μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους #23:21 τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε #23:21 πιειν ¦ πειν WHπιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν #23:21 ετοιμοι εισι ¦ εισιν ετοιμοι CTἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν #23:22 νεανιαν ¦ νεανισκον CTνεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός #23:22 με ¦ εμε SBL TH WHμε.
Paul Sent to Felix the Governor
23Καὶ προσκαλεσάμενος #23:23 δυο τινας ¦ τινας δυο SBL TH WHδύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως #23:23 καισαρειας ¦ καισαριας WHΚαισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25γράψας ἐπιστολὴν #23:25 περιεχουσαν ¦ εχουσαν CTπεριέχουσαν τὸν τύπον τοῦτον· 26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27Τὸν ἄνδρα τοῦτον #23:27 συλληφθεντα ¦ συλλημφθεντα CTσυλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι #23:27 εξειλομην ¦ εξειλαμην CTἐξειλόμην #23:27 αυτον ¦ --- CTαὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. 28Βουλόμενος #23:28 δε ¦ τε CTδὲ #23:28 γνωναι ¦ επιγνωναι CTγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον #23:28 αυτον ¦ --- CTαὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, #23:29 μηδεν 𝔐15 ¦ μηδεν δε 𝔐10 ANT CT TRμηδὲν ἄξιον θανάτου ἢ δεσμῶν #23:29 εγκλημα εχοντα 𝔐16 ¦ εχοντα εγκλημα 𝔐9 CTἔγκλημα ἔχοντα. 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα #23:30 μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτης 86.2% ¦ εσεσθαι εξ αυτων MSS 5.4% ¦ εσεσθαι εξαυτης CT 3.1%μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν #23:30 τα ¦ --- SBL WHτὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. #23:30 ερρωσο 𝔐17 ¦ ερρωσθε 𝔐8 ¦ --- ECM NA SBL WHἜρρωσο.
31Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ #23:31 της ¦ --- CTτῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς #23:32 πορευεσθαι ¦ απερχεσθαι ECM NA SBL TH WHπορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33οἵτινες εἰσελθόντες εἰς τὴν #23:33 καισαρειαν ¦ καισαριαν WHΚαισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34Ἀναγνοὺς δὲ #23:34 ο ηγεμων ¦ --- CTὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας #23:34 επαρχιας ¦ επαρχειας CTἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. #23:35 εκελευσε τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι ¦ εκελευσε τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι ANT PCK TR ¦ κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον CTἘκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in