YouVersion Logo
Search Icon

Acts 22

22
Paul addresses the mob
1«Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ#νυνι f35 ℵA,B(D) [95%] HF,RP,OC,CP,NU ¦ νυν [5%] TR ἀπολογίας.» 2Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει#προσεφωνει rell ¦ προσφωνει D [40%] ¦ προσεφωνησεν [3%] ¦ προσφωνησεν [3%] αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν· 3«Ἐγὼ μέν#μεν f35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,D [4%] NU εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος#γεγεννημενος (D) rell ¦ γεγενημενος [25%] ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ#κατα rell ¦ δε 1 [40%] ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5ὡς καὶ#και rell ¦ --- CP ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι#μαρτυρει μοι rell ¦ ∼ 21 CP καὶ πᾶν τὸ πρεσβυτέριον·#πρεσβυτεριον rell ¦ πρεσβυτερειον B [25%] παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. 6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι#εγγιζοντι rell ¦ εγγυζοντι CP τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7Ἔπεσόν#επεσον f35 (D) [45%] OC,TR,CP ¦ επεσα ℵA,B [50%] HF,RP,NU ¦ three other variants [5%] τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ‹Σαούλ, Σαούλ, τί με διώκεις;› 8Ἐγὼ δὲ ἀπεκρίθην, ‹Τίς εἶ, Κύριε;› Εἶπέν τε πρός με, ‹Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.› 9Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο·#και εμφοβοι εγενοντο f35 D (88.2%) HF,RP,OC,TR,CP ¦ 12 γενομενοι (1.5%) ¦ --- (ℵ)A,B (10.3%) NU τὴν δὲ φωνὴν#δε φωνην rell ¦ ∼ 21 CP οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10Εἶπον δέ, ‹Τί ποιήσω, Κύριε;› Ὁ δὲ Κύριος εἶπεν πρός με, ‹Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί#περι παντων ων τετακται (B) rell ¦ τι σε δει [16%] ¦ τι σε εδει [5%] ¦ τις σε δει [5%] ¦ σοι δει [5%] σοι ποιῆσαι.› 11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς#ευσεβης f35 [44%] RP,OC,TR ¦ ευσεβεις [5%] ¦ ευλαβης ℵB [50%] HF,CP,NU ¦ --- A [1%] κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ#εν δαμασκω f35 [75%] HF,OC,CP ¦ --- ℵA,B [25%] RP,TR,NU (OC is in small print) Ἰουδαίων, 13ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, ‹Σαοὺλ ἀδελφέ, ἀνάβλεψον.› Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14Ὁ δὲ εἶπεν· ‹Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό#προεχειρισατο rell ¦ προεχειρησατο A [12%] ¦ two other variants σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16Καὶ νῦν τί μέλλεις; Ἀναστάς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.›#του κυριου f35 [79%] HF,RP,OC,TR,CP ¦ αυτου ℵA,B [6%] NU ¦ 2 [15%]
17»Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει 18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‹Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν#την f35 [96%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B [4%] NU μαρτυρίαν περὶ ἐμοῦ.› 19Κἀγὼ εἶπον· ‹Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δαίρων#δαιρων f35 [25%] CP ¦ δερων ℵA,B [75%] HF,RP,OC,TR,NU κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας εἰς#εις f35 [20%] ¦ επι ℵA,B [80%] HF,RP,OC,TR,CP,NU σέ· 20καὶ ὅτε ἐξεχεῖτο#εξεχειτο f35 [92%] HF,RP,OC,TR,CP ¦ εξεχυννετο ℵA,B [1%] NU ¦ εξεχυνετο [2%] ¦ at least five further spellings [5%] τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός#μαρτυρος rell ¦ πρωτομαρτυρος [10%] CP σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ,#τη αναιρεσει αυτου f35 (97.7%) HF,RP,OC,TR,CP ¦ --- ℵA,B (2.3%) NU καὶ#και f35 ℵA,B,D [25%] OC,TR,NU ¦ --- [75%] HF,RP,CP φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.› 21Καὶ εἶπεν πρός με, ‹Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.› »
A Roman citizen
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν#καθηκεν rell ¦ καθηκον [20%] TR ¦ καθηκει [2%] αὐτὸν ζῆν.» 23Κραυγαζόντων#κραυγαζοντων f35 ℵA,B,D [82%] OC,TR,NU ¦ κραζοντων C [16%] HF,RP,CP ¦ three other variants [2%] δὲ#δε f35 ℵD [99%] HF,RP,OC,TR,CP ¦ τε A,B,C [1%] NU αὐτῶν καὶ ῥιπτούντων#ριπτουντων (B) rell ¦ ριπτοντων (D) [30%] OC ¦ two other variants τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24ἐκέλευσεν ὁ χιλίαρχος ἄγεσθαι αὐτὸν#ο χιλιαρχος αγεσθαι αυτον f35 [20%] ¦ ∼ 4123 [74%] HF,RP,OC,TR,CP ¦ 12 εισαγεσθαι 4 ℵA(B)C(D) [6%] NU εἰς τὴν παρεμβολήν, εἰπὼν#ειπων f35 [95%] HF,RP,OC,TR,CP ¦ ειπας ℵA,B,C,D [4%] NU ¦ ειπε δε [1%] μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25Ὡς δὲ προέτειναν#προετειναν f35 (ℵ)B [30%] OC,CP,NU ¦ προετεινεν [30%] HF,RP,TR ¦ προσετινεν [27%] ¦ προσετειναν C(D) [3%] ¦ προετεινον A [5%] ¦ three other variants [5%] αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, «Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;» 26Ἀκούσας δὲ ὁ ἑκατόνταρχος,#εκατονταρχος f35 B [98%] HF,RP,OC,TR,CP ¦ εκατονταρχης ℵA,C,D [2%] NU προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν#τω χιλιαρχω απηγγειλεν f35 (ℵ)A(B)C(D) [20%] NU ¦ ∼ 312 [73%] HF,RP,OC,TR,CP ¦ 12 ανηγγειλεν [2%] ¦ ∼ ανηγγειλεν 12 [5%] λέγων, «Ὅρα#ορα f35 D [95%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [5%] NU τί μέλλεις ποιεῖν, ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.» 27Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, «Λέγε μοι, εἰ#ει f35 [65%] HF,RP,OC,TR ¦ --- ℵA,B,C,D [35%] CP,NU σὺ Ῥωμαῖος εἶ;» Ὁ δὲ ἔφη, «Ναί.» 28Ἀπεκρίθη τε#τε f35 [80%] HF,RP,OC,TR,CP ¦ δε ℵB,C [13%] NU ¦ --- A [7%] ¦ και (D) ὁ χιλίαρχος, «Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.» Ὁ δὲ Παῦλος ἔφη, «Ἐγὼ δὲ καὶ γεγέννημαι.»#γεγεννημαι rell ¦ γεγενημαι A [18%] ¦ γεγεννημε C [2%] 29Εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ#δε rell ¦ --- ℵ [2%] CP ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ἦν αὐτὸν#ην αυτον f35 [96%] HF,RP,OC,TR,CP ¦ ∼ 21 ℵA,B,C [4%] NU δεδεκώς.
The Sanhedrin
30Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ#υπο f35 ℵA,B,C [30%] NU ¦ παρα [70%] HF,RP,OC,TR,CP τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν#απο των δεσμων f35 (90.1%) HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C (9.9%) NU καὶ ἐκέλευσεν ἐλθεῖν#ελθειν f35 [93%] HF,RP,OC,TR,CP ¦ συνελθειν ℵA,B,C [5%] NU ¦ συνεισελθειν [2%] τοὺς ἀρχιερεῖς καὶ πᾶν#παν f35 ℵA,B,C [20%] NU ¦ ολον [80%] HF,RP,OC,TR,CP τὸ συνέδριον αὐτῶν,#αυτων f35 [88%] HF,RP,OC,TR,CP ¦ --- ℵA,B,C [12%] NU καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Currently Selected:

Acts 22: F35

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in