ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:25-27
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:25-27 TR1894
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.





