1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:1
Byzantine Textform 2018
Byz18
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:1
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:7
¶ Καὶ ὁ πρῶτος ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν• καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:7
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:13
¶ Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:13
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:8
¶ Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν• καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα•
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:8
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:10-11
¶ Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος• καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:10-11
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:12
¶ Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8:12