1
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:12
Byzantine Textform 2018
Byz18
Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Compare
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:12
2
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:10
Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία• ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:10
3
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:6
Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας•
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:6
4
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:7
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα•
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:7
5
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:17
¶ Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐν τῷ θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν•
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:17
6
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:9
Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:9
7
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:18-19
ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.
Explore ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 6:18-19