1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9
Text-Critical Greek New Testament
TCGNT
Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:12
λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:12
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10
καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13
Καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς—πάντας ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν·
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5
Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5