1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15
Text-Critical Greek New Testament
TCGNT
Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:15
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:12
Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου. Καὶ βιβλία ἤνοιξαν, καὶ ἄλλο βιβλίον ἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:12
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:13-14
Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:13-14
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11
Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽ αὐτόν, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:11
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:7-8
Καὶ μετὰ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20:7-8