1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:15
Text-Critical Greek New Testament
TCGNT
Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:15
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12
Καὶ ὁ ἕκτος ἐξέχεεν αὐτοῦ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14
εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13
Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ἀκάθαρτα τρία ὡς βάτραχοι·
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9
Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:2
Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:2
7
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:16
Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Μαγεδών.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:16