1
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
Text-Critical Greek New Testament
TCGNT
Μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
Compare
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
2
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
3
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
4
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
5
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
6
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
7
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
8
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
9
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
10
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11
Οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11