1
ΛΕΥΙΤΙΚΟΝ 26:12
μετάφραση των εβδομήκοντα
GRCBRENT
καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεὸς, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός.
Compare
Explore ΛΕΥΙΤΙΚΟΝ 26:12
2
ΛΕΥΙΤΙΚΟΝ 26:4
καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν·
Explore ΛΕΥΙΤΙΚΟΝ 26:4
3
ΛΕΥΙΤΙΚΟΝ 26:3
Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰς
Explore ΛΕΥΙΤΙΚΟΝ 26:3
4
ΛΕΥΙΤΙΚΟΝ 26:6
Καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν· καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:6
5
ΛΕΥΙΤΙΚΟΝ 26:9
Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν·
Explore ΛΕΥΙΤΙΚΟΝ 26:9
6
ΛΕΥΙΤΙΚΟΝ 26:13
Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:13
7
ΛΕΥΙΤΙΚΟΝ 26:11
Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς
Explore ΛΕΥΙΤΙΚΟΝ 26:11
8
ΛΕΥΙΤΙΚΟΝ 26:1
Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:1
9
ΛΕΥΙΤΙΚΟΝ 26:10
Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:10
10
ΛΕΥΙΤΙΚΟΝ 26:8
Καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:8
11
ΛΕΥΙΤΙΚΟΝ 26:5
Καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον· καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν· καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν·
Explore ΛΕΥΙΤΙΚΟΝ 26:5
12
ΛΕΥΙΤΙΚΟΝ 26:7
Καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:7
13
ΛΕΥΙΤΙΚΟΝ 26:2
Τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος.
Explore ΛΕΥΙΤΙΚΟΝ 26:2
Home
Bible
Plans
Videos