1
ΙΗΣΟΥΣ 10:13
μετάφραση των εβδομήκοντα
GRCBRENT
Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.
Compare
Explore ΙΗΣΟΥΣ 10:13
2
ΙΗΣΟΥΣ 10:12
Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν, καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς, στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.
Explore ΙΗΣΟΥΣ 10:12
3
ΙΗΣΟΥΣ 10:14
Καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.
Explore ΙΗΣΟΥΣ 10:14
4
ΙΗΣΟΥΣ 10:8
Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.
Explore ΙΗΣΟΥΣ 10:8
5
ΙΗΣΟΥΣ 10:25
Καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτοὺς, μὴ φοβηθῆτε αὐτοὺς, μηδὲ δειλιάσητε, ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
Explore ΙΗΣΟΥΣ 10:25