1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:28
The Greek New Testament
THGNT
Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:28
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:38-39
πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:38-39
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26
ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:31
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:31
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:1
Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:1
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:6
τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:6
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:37
ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:37
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:18
Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:18
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:35
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:35
10
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:27
ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:27
11
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:14
ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:14
12
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:5
οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:5
13
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:32
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:32
14
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:16-17
αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ. εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ συνκληρονόμοι δὲ χριστοῦ· εἴπερ συνπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:16-17
15
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:7
διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:7
16
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:19
ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:19
17
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:22
οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:22