1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23
The Greek New Testament
THGNT
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:23
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:14
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4
συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:4
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:13
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6
τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:6
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11
οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:11
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2
Τί οὖν ἐροῦμεν; ἐπιμένωμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:1-2
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16
οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοι ἐστὲ ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:16
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18
χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6:17-18