1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:17-18
The Greek New Testament
THGNT
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:17-18
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:8
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ κυρίου ἐσμέν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:8
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:19
Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:19
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:13
μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:13
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:11-12
γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:11-12
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:1
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:1
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4