1
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
The Greek New Testament
THGNT
μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν·
Compare
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
2
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
3
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
4
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
5
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
6
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
7
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
8
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
9
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
10
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11
οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11