1
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
The Greek New Testament
THGNT
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
Compare
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
2
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
3
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ χριστοῦ.
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
4
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
5
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
6
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
7
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Explore ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5