1
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12
The Greek New Testament
THGNT
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Compare
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12
2
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:18
διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:18
3
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:11
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:11
4
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:13
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:13
5
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:16-17
ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος ὅ ἐστιν ῥῆμα θεοῦ·
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:16-17
6
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:14-15
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης·
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:14-15
7
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:10
Τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:10
8
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:2-3
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:2-3
9
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:1
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:1